Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.13 Dem. 23.16 (English) >>Dem. 23.19

23.15καίτοι πῶς ἂν τεχνικώτερον κακουργότερον συμπαρεσκεύασαν ἄνθρωποι, ὅπως οἱ μὲν ἐκπεσοῦνται τῶν βασιλέων, εἷς δʼ ὃν αὐτοὶ βούλονται πᾶσαν ὑφʼ αὑτῷ ποιήσεται τὴν ἀρχήν, τοὺς μὲν τοῖν δυοῖν βοηθήσαντας ἂν εἰς φόβον καὶ συκοφαντίας εὐλάβειαν καθιστάντες, ἣν εἰκὸς προσδοκᾶν ἐκείνους ἐφʼ ἑαυτοὺς ἐλθεῖν ἂν διὰ τοῦ ψηφίσματος τουτουί, τῷ δʼ ἑνὶ πράττοντι τὴν ἀρχὴν καὶ πάντα τἀναντία τοῖς ὑμῖν συμφέρουσι κατασκευάζοντι τοσαύτην ἐξουσίαν διδόντες τοῦ ταῦτʼ ἀδεῶς πράττειν; 23.16οὐ τοίνυν μόνον ἐκ τούτων δῆλόν ἐσθʼ ὅτι τούτων ἕνεκʼ ἐρρήθη τὸ προβούλευμʼ ὧν λέγω, ἀλλὰ καὶ ἐκ τοῦ ψηφίσματος αὐτοῦ μαρτυρία τίς ἐστʼ εὐμεγέθης. “ἂν γὰρ ἀποκτείνῃ τις Χαρίδημονγράψας καὶ παραβὰς τὸ τί πράττοντʼ εἰπεῖν, πότερʼ ἡμῖν συμφέροντʼ οὔ, γέγραφʼ εὐθὺςἀγώγιμον ἐκ τῶν συμμάχων εἶναι.” 23.17οὐκοῦν τῶν μὲν ἐχθρῶν ὁμοίως ἡμῖν τε κἀκείνῳ οὐδέποτʼ εἰς τοὺς ἡμετέρους ἥξει συμμάχους οὐδείς, οὔτʼ ἀποκτείνας ἐκεῖνον οὔτε μή, ὥστʼ οὐ κατὰ τούτων γέγραφεν ταύτην τὴν τιμωρίαν. τῶν δʼ ἡμετέρων μὲν φίλων, ἐκείνου δέ, ὅταν ἐγχειρῇ τι πράττειν ἐναντίον ὑμῖν, ἐχθρῶν, τούτων δή τίς ἐστιν τοῦτο τὸ ψήφισμα φοβηθεὶς ἂν καὶ φυλαξάμενος μὴ διʼ ἀνάγκην ἡμῖν εἰς ἔχθραν ἐλθεῖν. ἔστι τοίνυν οὗτος Ἀθηνόδωρος, Σίμων, Βιάνωρ, οἱ Θρᾴκης βασιλεῖς, ἄλλος ὅστις ἂν εἰς εὐεργεσίας μέρος καταθέσθαι βούλοιτο τὸ πράττειν ὑπεναντίʼ ἐκεῖνον ἐγχειροῦνθʼ ὑμῖν ἐπισχεῖν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.13 Dem. 23.16 (English) >>Dem. 23.19

Powered by PhiloLogic